Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Δαρδάνῳ ἀντιθέῳ· ὁ δʼ Ἐριχθονίῳ πόρε παιδί·
  2. Τρωὶ δʼ Ἐριχθόνιος μεγαλήτορι· αὐτὰρ ὅ γʼ Ἰλῷ
  3. κάλλιπε σὺν κτεάτεσσιν· ὁ δʼ ὤπασε Λαομέδοντι·
  4. αὐτὰρ ὁ Λαομέδων Πριάμῳ πόρεν, ὅς μιν ἔμελλεν
  5. υἱέϊ δωσέμεναι· τὸ δέ οἱ θεὸς οὐκ ἐτέλεσσεν.
  6. κεῖνο δέπας περικαλλὲς ἐθάμβεεν ἐν φρεσὶ Μέμνων
  7. ἀμφαφόων καὶ τοῖον ὑποβλήδην φάτο μῦθον·
  8. οὐ μὲν χρὴ παρὰ δαιτὶ πελώριον εὐχετάασθαι
  9. οὐδʼ ἄρʼ ὑποσχεσίην κατανευέμεν, [*](Zimmermann, for kataneu/saimen of MSS.) ἀλλὰ ἕκηλον
  10. δαίνυσθʼ ἐν μεγάροισι καὶ ἄρτια μηχανάασθαι·
  11. εἴτε γὰρ ἐσθλός τʼ εἰμὶ καὶ ἄλκιμος εἴτε καὶ οὐκί,
  12. γνώσῃ ἐνὶ πτολέμῳ, ὁπότʼ ἀνέρος εἴδεται ἀλκή.
  13. νῦν δʼ ἄγε δὴ κοίτοιο μεδώμεθα, μηδʼ ἀνὰ νύκτα
  14. πίνωμεν· χαλεπὸς γὰρ ἐπειγομένοισι μάχεσθαι
  15. οἶνος ἀπειρέσιος καὶ ἀϋπνοσύνη ἀλεγεινή.
  16. ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀγασσάμενος προσέειπεν·
  17. αὐτὸς ὅπως ἐθέλεις μεταδαίνυσο, πείθεο δʼ αὐτῷ·
  18. αὐ γὰρ ἐγώ σʼ ἀέκοντα βιήσομαι· οὐ γὰρ ἔοικεν
  19. οὔτʼ ἀπιόντʼ ἀπὸ δαιτὸς ἐρυκέμεν οὔτε μένοντα
  20. σεύειν ἐκ μεγάροιο· θέμις νύ τοι ἀνδράσιν αὕτως.