Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠδὲ καὶ ὡς ἐδάϊξεν ὑπὸ στιβαρῇσι χέρεσσιν
  2. ἀργαλέων Σολύμων ἱερὸν στρατόν, οἵ μιν ἰόντα
  3. εἶργον, ὃ καὶ σφίσι πῆμα καὶ ἄσχετον ὤπασε πότμον.
  4. καὶ τὰ μὲν ὣς ἀγόρευε καὶ ὡς ἴδεν ἔθνεα φωτῶν
  5. μυρία· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ τέρπετο θυμός,
  6. καί ἑ καθαπτόμενος γεραρῷ προσεφώνεε μύθῳ·
  7. ὦ Μέμνον, τό μὲν ἄρ με θεοὶ ποίησαν ἰδέσθαι
  8. σὸν στρατὸν ἠδὲ καὶ αὐτὸν ἐν ἡμετέροισι μελάθροις·
  9. ὥς μοι ἔτι κρήνειαν, ἵνʼ Ἀργείους ἐσίδωμαι
  10. ὀλλυμένους ἅμα πάντας ὑπʼ ἐγχείῃσι τεῇσι·
  11. καὶ γὰρ δὴ μακάρεσσιν ἀτειρέσι πάντα ἔοικας
  12. ἐκπάγλως, ὡς οὔτις ἐπιχθονίων ἡρώων·
  13. τῷ σʼ ὀΐν κείνοισι φόνον στονόεντα βαλέσθαι.
  14. νῦν δʼ ἄγε τέρπεο θυμὸν ἐπʼ εἰλαπίνῃσιν ἐμῇσι
  15. σήμερον· αὐτὰρ ἔπειτα μαχήσεαι, ὡς ἐπέοικεν.
  16. ὣς εἰπὼν παλάμῃσι δέπας πολυχανδὲς ἀείρας
  17. Μέμνονα προφρονέως στιβαρῷ δείδεκτο κυπέλλῳ
  18. χρυσείῳ, τό ῥα δῶκε περίφρων ἀμφιγυήεις
  19. Ἥφαιστος κλυτὸν ἔργον, ὅτʼ ἤγετο Κυπρογένειαν,
  20. Ζηνὶ μεγασθενέϊ· ὁ δʼ ἄρʼ ὤπασεν υἱέϊ δῶρον