Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Μέμνων κυανέοισι μετʼ Αἰθιόπεσσιν ἀνάσσων,
  2. ὃς κίε λαὸν ἄγων ἀπερείσιον· ἀμφὶ δὲ Τρῶες
  3. γηθόσυνοί μιν ἴδοντο κατὰ πτόλιν, ἠΰτε ναῦται
  4. χείματος ἐξ ὀλοοῖο διʼ αἰθέρος ἀθρήσωσιν
  5. ἤδη τειρόμενοι Ἑλίκης περιηγέος αἴγλην·
  6. ὣς λαοὶ κεχάροντο περισταδόν, ἔξοχα δʼ ἄλλων
  7. Λαομεδοντιάδης· μάλα γάρ νύ οἱ ἦτορ ἐώλπει
  8. δῃώσειν πυρὶ νῆας ὑπʼ ἀνδράσιν Αἰθιόπεσσιν,
  9. οὕνεκʼ ἔχον βασιλῆα πελώριον ἠδὲ καὶ αὐτοὶ
  10. πολλοὶ ἔσαν καὶ πάντες ἐς Ἄρεα μαιμώωντες·
  11. τῷ ῥʼ ἄμοτον κύδαινεν ἐῢν γόνον Ἠριγενείης
  12. δωτίνῃς ἀγαθῇσι καὶ εὐφροσύνῃ τεθαλυίῃ·
  13. ἀλλήλοις δʼ ὀάριζον ἐπʼ εἰλαπίνῃ καὶ ἐδωδῇ,
  14. ὃς μὲν ἀριστῆας Δαναῶν καὶ ὅσʼ ἄλγἐ ἀνέτλη
  15. ἐξενέπων, ὁ δὲ πατρὸς ἑοῦ καὶ μητέρος Ἠοῦς
  16. ἀθάνατον βίον αἰέν, ἀπειρεσίης τε ῥέεθρα
  17. Τηθύος, ὠκεανοῦ τε βαθυρρόου ἱερὸν οἶδμα
  18. ἠδέ καὶ ἀκαμάτου πέρατα χθονός, ἀντολίας τε
  19. ἠελίου, καὶ πᾶσαν ἀπʼ ὠκεανοῖο κέλευθον
  20. μέχρις ἐπὶ Πριάμοιο πόλιν καὶ πρώονας Ἴδης,