Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἦ μέγα νεικείων· ὁ δὲ χωόμενος φάτο μῦθον
  2. Πουλυδάμας· οὐ γάρ οἱ ἐναντίον ἅζετʼ ἀῧσαι
  3. κεῖνος, ἐπεὶ στυγερὸς καὶ ἀτάσθαλος ἠδʼ ἀεσίφρων,
  4. ὃς φίλα μὲν σαίνῃσιν ἐνωπαδόν, ἄλλα δὲ θυμῷ
  5. πορφύρει καὶ κρύβδα τὸν οὐ παρεόντα χαλέπτῃ·
  6. τῷ ῥα καὶ ἀμφαδίῃ μέγα νείκεσε δῖον ἄνακτα·
  7. ὦ μοι ἐπιχθονίων πάντων ὀλοώτατε φωτῶν,
  8. σὸν θράσος ἤγαγε νῶιν ὀϊζύα, σὸς νόος ἔτλη
  9. δῆριν ἀπειρεσίην καὶ τλήσεται, εἰσόκε πάτρην
  10. σὺν λαοῖς σφετέροισι δαϊζομένην ἐσίδηαι·
  11. ἀλλʼ ἐμὲ μὴ τοιόνδε λάβοι θράσος, ἀμφὶ δὲ τάρβος
  12. ἀσφαλὲς αἰὲν ἔχοιμι, σόον δέ μοι οἶκον ὀφέλλοι.
  13. ὣς ἄρʼ ἔφη. ὁ δʼ ἄρʼ οὔτι προσέννεπε Πουλυδάμαντα·
  14. μνήσατο γάρ, Τρώεσσιν ὅσας ἐφέηκεν ἀνίας
  15. ἠδʼ ὁπόσας ἔτʼ ἔμελλεν, ἐπεί ῥά οἱ αἰθόμενον κῆρ
  16. μᾶλλον ἐφώρμαινεν θανέειν ἢ νόσφι γενέσθαι
  17. ἀντιθέης Ἑλένης, ἧς εἵνεκα Τρώιοι υἷες
  18. ὑψόθεν ἐσκοπίαζον ἀπʼ ἄστεος αἰπεινοῖο
  19. δέγμενοι Ἀργείους ἠδʼ Αἰακίδην Ἀχιλῆα.
  20. τοῖσι δʼ ἄρʼ οὐ μετὰ δηρὸν ἀρήιος ἤλυθε Μέμνων,