Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς
  2. ἀθάνατόν περ ἐόντα· μακρὴ δʼ ἀμφέστενεν Ἴδη
  3. καὶ Σιμόεις· μύροντο δʼ ἀπόπροθι πάντες ἔναυλοι
  4. Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες.
  5. Ἀργεῖοι δʼ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες
  6. μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν,
  7. ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ καὶ αὐτῶν
  8. θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ.
  9. μολπὴ δʼ οὐρανὸν ἷκε διʼ αἰθέρος, εὖτε κολοιῶν
  10. κλαγγὴ ἀπειρεσίη, ὁπότʼ εὔδιον ἦμαρ ἵκηται
  11. χείματος ἐξ ὀλοοῖο, πέλει δʼ ἄρα νήμενος αἰθήρ·
  12. ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένοων κῆρ
  13. ---
  14. ἀθάνατοι τέρποντο κατʼ οὐρανόν, ὅσσοι ἀρωγοὶ
  15. ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων·
  16. ἄλλοι δʼ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον,
  17. δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον·
  18. ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν
  19. ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων
  20. ῥηιδίως δύνατʼ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων