Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀθανάτων σθένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται.
  2. Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες
  3. καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς
  4. λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς
  5. ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον.
  6. πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον
  7. πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος·
  8. θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτλη
  9. λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες
  10. μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον·
  11. ὃς δʼ ἄρʼ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ
  12. νίκῃ ἔπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ·
  13. ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον
  14. κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων
  15. ἐσθλῶν, ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν.
  16. οἱ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες
  17. δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες·
  18. ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθʼ εὐρὺ
  19. κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες·
  20. ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον.