Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὔτʼ οὖν ἀμφαδίην, ἀλλʼ ὡς θεὸν εἰσορόωντο
  2. ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη.
  3. ὡς δʼ ὅτʼ ἀλωομένοισι διʼ ἀκαμάτοιο θαλάσσης
  4. πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη,
  5. οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες
  6. πάτρῃ χεῖρʼ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ·
  7. ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτʼ αὐτοῖς
  8. μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ·
  9. τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων
  10. ἦρα φέρουσʼ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.
  11. καὶ τότʼ ἄρʼ, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ
  12. Ξάνθος ἔθʼ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ
  13. μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ
  14. ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα·
  15. ὡς δʼ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα
  16. τυτθὰ διατμήξῃ, στάχυας δʼ ἀπὸ πάντας ἀμέρσῃ
  17. ῥιπῇ ὑπʼ ἀργαλέῃ, καλάμη δʼ ἄρα χεύατʼ ἔραζε
  18. μαψιδίη καρποῖο κατʼ οὔδεος ὀλλυμένοιο
  19. λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι·
  20. ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος