Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον
  2. τειρόμενον κατὰ βένθος, ἑῷ δʼ ἄρα πολλὰ τοκῆι
  3. εὔχεθʼ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι.
  4. τοῦ δὲ Ποσειδάων μάλʼ ἐπέκλυεν, ἄγχι δὲ πάντας [*](Zimmermann’s reading.)
  5. ἄμ [*](Zimmermann, for ἄψ of v.) μέλαν οἶδμα φέρεσκεν· ὁ δʼ οὐρεὺς ὣς [*](Zimmermann, for ἁψάμενος of Koechly.) χερὶ πεύκην
  6. αἰθομένην ἀνάειρε· δόλῳ δʼ ἐπέλασσεν Ἀχαιοὺς
  7. ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι·
  8. αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν
  9. αὐτῇς σὺν νήεσσι· κακῷ δʼ ἔπι κύντερον ἄλγος
  10. τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς
  11. νυκτὶ θοῇ· παῦροι δὲ φύγον μόρον, οὕς τʼ ἐσάωσεν
  12. ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος· αὐτὰρ Ἀθήνη
  13. ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε
  14. ἄχνυτʼ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκʼ ἔμελλε
  15. πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ,
  16. ὅς ῥα τότʼ ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων
  17. τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων,
  18. οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς,
  19. ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν,
  20. ὅσση ἀπʼ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον,