Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν· ὗε δʼ ὕπερθε
- Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ·
- οὐ μὴν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο,
- ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα
- εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργου Ἀχαιῶν·
- ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτʼ ἴσαν [*](Zimmermann, καὶ τόσση δ. θ. κ. εἰσέτι of MSS.) κελάδοντες
- χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ,
- τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης
- πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντʼ ἀμαθῦναι
- ἀργαλέως Δαναῶν· αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε
- ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ
- ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ
- Σίγεον· ἠιόνες δὲ μέγʼ ἔβραχον ἠδὲ θέμεθλα
- Δαρδανίης, [*](Zimmermann, for ἐκ δὲ θέμεθλα Δαρδανίη of v.) καὶ ἄϊστον ὑποβρύχιόν τʼ ἐκαλύφθη
- ἕρκος ἀπειρέσιον, κατεδύσατο δʼ ἔνδοθι γαίης
- μακρὰ διισταμένης· ψάμαθος δʼ ἔτι φαίνετο μούνη
- χασσαμένου πόντου, καὶ ἀπʼ ἀκτάων [*](Zimmermann, for πόντοιο καὶ ἐκ δαναῶν of MSS.) ἐριδούπων
- νόσφιν ἀπʼ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που
- ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δʼ ἐνὶ νηυσὶν
- Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν·