Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν
  2. ὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐδʼ ὑπέμειναν
  3. λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ
  4. μισγόμενον. ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ
  5. συνεχές· ἡ δʼ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα·
  6. καί τις ἔφη· τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα,
  7. ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε,
  8. ποντώθη δʼ ἄρα γαῖα, βυθὸς δʼ ἐπεχεύατο πάντῃ.
  9. ὣς ἄρʼ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς
  10. λευγαλέον· πολλοὶ δὲ κατέφθιθεν· ἀμφὶ δὲ νεκρῶν
  11. πλήθεθʼ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι
  12. ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμʼ ἐπὶ χέρσον·
  13. ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην
  14. πᾶσαν ἄδην ἐκάλυψε· μέσον δʼ ἀνεφαίνετο κῦμα.
  15. ἄλλοι δʼ ἄλλην κῆρα κακὴν λάχον· οἱ μὲν ἀνʼ εὐρὺν
  16. πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δʼ ἐνὶ πέτρῃς·
  17. ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο
  18. Ναυπλίου ἐννεσίῃσιν· ὁ γὰρ κοτέων μάλα παιδὸς
  19. χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων
  20. καίπερ ἀκηχέμενος μέγʼ ἐγήθεεν, οὕνεκʼ ἄρʼ αὐτῷ