Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ
  2. ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν
  3. κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί·
  4. τοὔνεχʼ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ.
  5. καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ
  6. ἕσπετο νισσομένοιο κατʼ ἴχνιον ἀνδρὸς ἑοῖο
  7. αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις,
  8. εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος
  9. ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν
  10. δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο,
  11. τοῖς ἔνι κεῖτʼ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε
  12. ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν
  13. Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω
  14. ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃοι.
  15. τῇ Ελένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ
  16. ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ
  17. νῆας ἔπʼ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶ
  18. θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς
  19. ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη
  20. κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι,