Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα·
  2. οἱ δʼ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην
  3. θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο.
  4. Ληιάσιν δʼ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο·
  5. καί ῥʼ αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι
  6. χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἱ δʼ ἀλεγεινὰ
  7. δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ
  8. σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης
  9. τινύμεναι Δαναούς· ἡ δʼ ὑψόθεν εἰσορόωσα
  10. τέρπεθʼ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.
  11. Αἴας δʼ ἄλλοτε μὲν περινήχετο δούρατι νηός,
  12. ἄλλοτε δʼ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη
  13. ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς·
  14. σχίζετο δʼ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν
  15. ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες
  16. ἠνορέην καὶ κάρτος ἐθάμβεον· ἀμφὶ δὲ κῦμα
  17. ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτʼ ἐπʼ ἄκρην
  18. οὔρεος ὑψηλοῖο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
  19. ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδʼ ὅ γε χεῖρας
  20. κάμνε πολυτλήτους· πολλοί γε μὲν ἔνθα καὶ ἔνθα