Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἰὲν ἐπερρήγνυντο· πόνος δʼ ἄπρηκτος ὀρώρει·
  2. καί ῥʼ οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες
  3. νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ
  4. κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δʼ ὑπὸ πότμῳ
  5. κάτθανον, οὕνεκʼ ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα
  6. νηῶν δούρατα μακρά· συνηλοίηντο δὲ πάντων
  7. σώματα λευγαλέως· οἱ δʼ ἐν νήεσσι πεσόντες
  8. κεῖντο καταφθιμένοισιν ἐοικότες· οἱ δʼ ὑπʼ ἀνάγκης
  9. νήχοντʼ ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς·
  10. ἄλλοι δʼ αὖ σανίδεσσιν ἐπέπλεον· ἔβραχε δʼ ἅλμη
  11. βυσσόθεν, ὥστε θάλασσαν ἰδʼ οὐρανὸν ἠδὲ καὶ αἶαν
  12. φαίνεσθʼ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.
  13. ἡ δʼ ἄρʼ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη
  14. οὔτι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ
  15. ἴαχεν. ἡ δʼ Αἴαντι χόλον καὶ πῆμα φέρουσα
  16. ἔμβαλε νηὶ κεραυνόν· ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ
  17. ἐσκέδασεν διὰ τυτθά· περίαχε δʼ αἶα καὶ αἰθήρ·
  18. ἐκλύσθη δʼ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη.
  19. οἱ δʼ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δʼ ἄρʼ αὐτοὺς
  20. κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δʼ ἀνάσσης