Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί·
  2. οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι
  3. κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα,
  4. πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι·
  5. τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς
  6. πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες
  7. ἀνδρὶ περιστήσαντο· μένος δʼ ἐνέπνευαεν ἀνάγκη·
  8. φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται
  9. χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν
  10. ἐκφυγέειν· ἀλλʼ οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν·
  11. δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος,
  12. εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης
  13. Γυραίης, καί οἱ μέγʼ ἐχώσατο· σὺν δʼ ἐτίναξε
  14. πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ
  15. κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἱ δʼ ἀλεγεινὸν
  16. θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ
  17. χωομένοιο ἄνακτος· ἀπέσχισε δʼ εἰς ἅλα πέτρον
  18. εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί.
  19. καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν
  20. χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δʼ αἷμʼ ὀνύχεσσι·