Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτʼ ἄρα λαίφη
  2. ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι
  3. ῥηγνύμενʼ ἐξ ἀνέμων, οὐδʼ ἔμπαλιν ἰθύνασθαι
  4. ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι·
  5. οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν
  6. χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν·
  7. πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι.
  8. οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκʼ ἐρεμνὴ
  9. νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς
  10. ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν
  11. ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ,
  12. ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα
  13. θῦνε μετʼ ἀστεροπῇσιν· ἐπέκτυπε δʼ οὐρανόθεν Ζεὺς
  14. κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι
  15. νῆσοί τʼ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ
  16. Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα
  17. τεῦχεν ἀμειλίκτοισιν ἐπʼ ἄλγεσιν ἄλγεα δαίμων
  18. Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας
  19. ἔπλετʼ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν
  20. ἀγνυμένων· αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν