Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. σύν τʼ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν,
  2. ὁππόσʼ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ.
  3. αὐτὰρ ὅ γʼ οὐκ ἀπίθησε, μολὼν δʼ ἔκτοσθε μελάθρων
  4. χερσὶν ὑπʼ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ,
  5. ἔνθʼ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο
  6. ἐν κενεῷ κευθμῶνι· περίαχε δʼ αἰὲν ἰωὴ
  7. βρυχομένη ἀλεγεινά· βίῃ δʼ ἔρρηξε κολώνην.
  8. οἱ δʼ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν
  9. λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρʼ ἀλεγεινὸν
  10. ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ.
  11. οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι
  12. πᾶν ἔπος· ἐσσυμένοισι δʼ ἐπεστενάχιζε θάλασσα
  13. ἄσχετον· ἠλιβάτοισι δʼ ἐοικότα κύματʼ ὄρεσσιν
  14. ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δʼ ἄρʼ Ἀχαιῶν
  15. θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που
  16. ὑψηλὴν φέρε κῦμα διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε
  17. οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε
  18. βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ
  19. ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος.
  20. οἱ δʼ ἄρʼ ἀμηχανίη βεβολημένοι οὔτʼ ἐπʼ ἐρετμῷ