Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ.
  2. λάζετο δʼ ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει
  3. νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον·
  4. σὺν δʼ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε·
  5. νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα·
  6. Ζεὺς δὲ μέγʼ εἰσορόων ἐπετέρπετο· κίνυτο δʼ εὐρὺς
  7. οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δʼ ἔβραχεν αἰθήρ,
  8. ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος.
  9. ἡ δʼ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι
  10. οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν,
  11. ὄφρʼ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ
  12. ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρων [*](Zimmermann, for ἔνθεν Ἀχαιῶν of MSS.)
  13. νωλεμέως χριμφθέντας, ἀνοιδῆναί τε θάλασσαν,
  14. λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δʼ ἀΐουσα
  15. ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι·
  16. φαίης κεν πῦρ ἔμμεν ἅμʼ ἠέρι καὶ μέλαν ὕδωρ.
  17. ἵκετο δʼ Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων
  18. ἄντρα πέλει στυφελῇσιν ἀρηράμενʼ ἀμφὶ πέτρῃσι
  19. κοῖλα καὶ ἠχήεντα· δόμοι δʼ ἄγχιστα πέλονται
  20. Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα