Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πολλάκις, οὐδʼ ὅ γʼ ἔδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ
  2. ᾐδέσατʼ ἀθανάτην, ἀλλʼ ἄσχετον ἔργον ἔρεξε.
  3. τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς
  4. ῥέξαι, ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι
  5. αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν.
  6. ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν·
  7. ὦ τέκος, οὔτι ἔγωγʼ ἀνθίσταμαι εἵνεκʼ Ἀχαιῶν,
  8. ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες
  9. χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες
  10. δώσω ἐέλδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ
  11. αὐτὴ χεῖμʼ ἀλεγεινὸν ἐπʼ Ἀργείοισιν ὄρινον.
  12. ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν
  13. καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης
  14. θήκατο· τῆς δʼ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη.
  15. αὐτίκα δʼ αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν,
  16. ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν·
  17. ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης
  18. σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν
  19. λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες·
  20. ἔβραχε δʼ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης,