Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. κύματα· λευκαίνοντο δʼ ὑπὲρ πόντοιο κέλευθοι.
  2. καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας
  3. πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι
  4. κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη·
  5. καί ῥʼ ὁπότʼ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης,
  6. δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον
  7. ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα
  8. Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον
  9. ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός·
  10. Ζεῦ πάτερ, οὐκέτʼ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται
  11. ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ
  12. οὔτʼ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτʼ ὀπηδεῖ
  13. ἀνδράσι λευγαλέοισι, κακοῦ δʼ ἄρα πλλάκις ἐσθλὸς
  14. συμφέρετʼ ἄλγεσι μᾶλλον, ἔχει δʼ ἄλληκτον ὀϊζύν·
  15. τοὔνεκʼ ἄρʼ οὔτε δίκην τις ἔθʼ ἅζεται, οὐδέ τις αἰδὼς
  16. ἔστι παρʼ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτʼ ἐν Ὀλύμπῳ
  17. ἔσσομαι, οὔτʼ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν
  18. τίσομʼ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ
  19. υἱὸς Ὀϊλῆος μέγʼ ἐνήλιτεν, οὐδʼ ἐλέαιρε
  20. Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας