Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης.
  2. Τρώων δʼ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο,
  3. ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο
  4. θαπτέμεναι μεμαῶτες· ἄγεν δʼ ἀλεγεινὸν ἐς ἔργον
  5. Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο.
  6. Ἀργεῖοι δʼ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες
  7. ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ,
  8. ἄλλοτε δʼ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο
  9. ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα
  10. Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δʼ ἀνὰ θυμὸν
  11. καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑνὰ θυμὸν
  12. ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν
  13. ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν
  14. χαζομένη· τοὶ δʼ αἶψα παρʼ ἀγχιάλοιο φέροντο
  15. ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν
  16. καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης·
  17. Λέσβος δʼ ἠνεμόεσσʼ ἀνεφαίνετο· κάμπτετο δʼ ἄκρη
  18. ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης.
  19. λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις
  20. ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ