Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἀνδρομάχην δʼ Ἀχιλῆος ἐῢς πάϊς· αὐτὰρ Ὀδυσεὺς
  2. εἷλκε βίῃ Ἑκάβην· τῆς δʼ ἁθρόα δάκρὐ ἀπʼ ὄσσων
  3. πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα,
  4. καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας
  5. κράατος ἐκ πολιοῖο· τέφρη δʼ ἐπεπέπτατο πολλή,
  6. τήν που ἀπʼ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν
  7. ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο·
  8. καί ῥα μέγα στονάχιζεν, ὅτʼ ἄμφεχε δούλιον ἦμαρ
  9. μὰψ ἀεκαζομένην· ἕτερος δʼ ἑτέρην γοόωσαν
  10. ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ·
  11. αἱ δʼ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι
  12. νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς·
  13. ὡς δʼ ὁπότʼ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα
  14. σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν
  15. ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δʼ ἀλεγεινὸν
  16. μίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν·
  17. ὣς Τρῳαὶ Δαναοῖσιν ὑπʼ ἐστενάχοντο δαμεῖσαι·
  18. ἴσην δʼ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην.
  19. ἀλλʼ οὐ μὰν Ἑλένην γόος ἄμφεχεν· ἀλλά οἱ αἰδὼς
  20. ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν