Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν
  2. εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι·
  3. εὐχωλαὶ δʼ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν
  4. μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.
  5. αἱ δʼ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ
  6. ληιάδες· καὶ πολλὰ κινυρόμεναι γοάασκον
  7. κρύβδην Ἀργείων μέγʼ ἐνὶ φρεσὶ πένθος ἔχουσαι·
  8. καί ῥʼ αἱ μὲν περὶ γούνατʼ ἔχον χέρας· αἱ δὲ μέτωπα
  9. χερσὶν ἐπηρείδοντο δυσάμμορι· αἱ δʼ ἄρα τέκνα [*](Verse supplied by Zimmerman, ex P.)
  10. ἄμφεχον ἀγκοίνῃσι· τὰ δʼ οὔπω δούλιον ἦμαρ
  11. ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλʼ ἐπὶ μαζῷ
  12. θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ.
  13. πάσῃσιν δʼ ἑλέλυντο κόμαι καὶ στήθεα λυγρὰ
  14. ἀμφʼ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δʼ ἔπι δάκρυ
  15. αὐαλέον περίκειτο, κατείβετο δʼ ἄλλʼ ἐφύπερθε
  16. πυκνὸν ἀπὸ βλεφάρων· δέρκοντο δὲ τλήμονα πάτρην
  17. αἰθομένην ἔτι πάγχυ, πολὺν δʼ ἀνὰ καπνὸν ἰόντα·
  18. ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι
  19. πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς
  20. μνωόμεναι· ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις,