Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα·
  2. τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα
  3. οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δʼ ἐπὶ μακρὸν ἀΰτει·
  4. εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο
  5. μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι,
  6. τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι
  7. νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν,
  8. ἡ δʼ ὁτὲ μέν θʼ ὑλακῇσι κινύρεται, ἄλλοτε δʼ αὖτε
  9. ὠρυθμῷ, στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή·
  10. ὡς Ἑκάβη γοόωσα μέγʼ ἴαχεν ἀμφὶ θυγατρί·
  11. ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δʼ ὕστατον ἀχνυμένη κῆρ
  12. κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν,
  13. υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας,
  14. ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς
  15. ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες
  16. σμερδαλέαι πολέεσσί μʼ ἐνειλήσαντο κακοῖσι.
  17. τέκνον ἐμόν, σοὶ δʼ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ
  18. ἄλγἐ ἐπεκλώσαντο· γάμου δʼ ἄπο νόσφι βάλοντο
  19. ἐγγὺς ἐόνθʼ Ὑμεναῖον, ἐπεκρήναντο δʼ ὄλεθρον
  20. ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς