Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ νέκυς ἡμετέρῳ ἔτʼ ἰαίνεται αἵματι θυμόν·
  2. ὥς μʼ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε
  3. γαῖα χανοῦσα κάλυψε, πάρος σέο πότμον ἰδέσθαι.
  4. ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο
  5. δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος.
  6. οἱ δʼ ὅτʼ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο,
  7. δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ
  8. σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ
  9. τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε·
  10. κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων
  11. Ἀργείων, μηδʼ ἧμιν ἔτʼ ἀργαλέως χαλέπαινε·
  12. ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς
  13. σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δʼ ἵλαος ἄμμι γένοιο
  14. τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.
  15. ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ
  16. λευκανίης· τὴν δʼ αἶψα λίπεν πολυήρατος αἰὼν
  17. οἰκτρὸν ἀνοιμώξασαν ἐφʼ ὑστατίῃ βιότοιο·
  18. καί ῥʼ ἡ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δʼ ὑπὸ δειρῇ
  19. φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥ τʼ ἐν ὄρεσσιν
  20. ἥ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπʼ ἄκοντι