Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες,
  2. ἡ δʼ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ·
  3. ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε
  4. δυσμενέων ἐν χερσίν· ἄδην δέ οἱ ἔκχυτο δάκρυ·
  5. ὡς δʼ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης
  6. οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι
  7. χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ
  8. ἄρμενʼ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν·
  9. ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς
  10. ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος
  11. αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ·
  12. καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο· δεύετο δὲ χρὼς
  13. ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.
  14. καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος
  15. τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ
  16. μνήσατʼ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου,
  17. τόν ῥʼ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί·
  18. ἦ γὰρ ὀΐετο τύμβον ἔπʼ ἀντιθέου Ἀχιλῆος
  19. ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπʼ οὖδας
  20. ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν