Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠνώγει δʼ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα,
  2. ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε [*](Zimmermann, for a)/roite of v.)
  3. τύμβον ἐπʼ εὐρώεντα Πολυξείνην εὔπεπλον·
  4. καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι·
  5. εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν,
  6. ἠπείλει κατὰ πόντον ἐναντία κύματʼ ἀείρας
  7. λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδʼ ἐρύξειν.
  8. ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο·
  9. καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ
  10. εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν,
  11. μαινομένου ἀνέμοιο· μέγας δʼ ὀροθύνετο πόντος
  12. χερσὶ Ποσειδάωνος· ὁ γὰρ κρατερῷ Ἀχιλῆι
  13. ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι
  14. ἐς πέλαγος· Δαναοὶ δὲ μέγʼ εὐχόμενοι Ἀχιλῆι
  15. πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον·
  16. ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς·
  17. τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθʼ ἡμῖν·
  18. οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών.
  19. ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο·
  20. τὴν δʼ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς