Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. μίμνωσʼ ἐνθάδε πολλὸν ἐπὶ χρόνον, εἰσόκʼ ἔμοιγε
  2. λοιβὰς ἀμφιχέωνται ἐελδόμενοι μέγα νόστου·
  3. αὐτὴν δʼ, εἴ κʼ ἐθέλωσιν, ἐπὴν ἀπὸ θυμὸν ἕλωνται,
  4. κούρην ταρχύσασθαι ἀπόπροθεν οὔτι μεγαίρω.
  5. ὣς εἰπὼν ἀπόρουσε θοῇ ἐναλίγκιος αὔρῃ·
  6. αἶψα δʼ ἐς Ἠλύσιον πεδίον κίεν, ᾗχι τέτυκται
  7. οὐρανοῦ ἐξ ὑπάτοιο καταιβασίη τʼ ἄνοδός τε
  8. ἀθανάτοις μακάρεσσιν· ὁ δʼ, ὁππότε μιν λίπεν ὕπνος,
  9. μνήσατο πατρὸς ἑοῖο· νόος δέ οἱ ἠῢς ἰάνθη.
  10. ἀλλʼ ὅτʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια
  11. νύκτα διασκεδάσασα, φάνη δʼ ἄρα γαῖα καὶ αἰθήρ,
  12. δὴ τότʼ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν
  13. ἱέμενοι νόστοιο, νέας δʼ ἐς βένθεα πόντου
  14. εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρʼ αὐτοὺς
  15. ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός,
  16. εἰς ἀγορήν τʼ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν·
  17. κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων,
  18. πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε
  19. χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι·
  20. φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν·