Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἰς Ἀρετῆς ἀναβάντες ἐϋστεφάνου κλυτὸν ἔρνος.
  2. ἀλλʼ ἄγε, κύδιμος ἔσσο, καὶ ἐν φρεσὶ πευκαλίμῃσι
  3. μήτʼ ἐπὶ πήματι πάγχυ δαΐζεο θυμὸν ἀνίῃ,
  4. μήτʼ ἐσθλῷ μέγα χαῖρε· νόος δέ τοι ἤπιος ἔστω
  5. ἔς τε φίλους ἑτάρους ἔς θʼ υἱέας ἔς τε γυναῖκα [*](Zimmermann, ex P, for gunai=kas of v. )
  6. μνωομένῳ κατὰ θυμόν, ὅτι σχεδὸν ἀνθρώποισιν
  7. οὐλομένοιο μόροιο πύλαι καὶ δώματα νεκρῶν·
  8. ἀνδρῶν γὰρ γένος ἐστὶν ὁμοίιον ἄνθεσι ποίης,
  9. ἄνθεσιν εἰαρινοῖσι· τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·
  10. τοὔνεκα μείλιχος ἔσσο. καὶ Ἀργείοισιν ἔνισπε
  11. Ἀτρείδῃ δὲ μάλιστʼ Ἀγαμέμνονι, εἴ γέ τι θυμῷ
  12. μέμνηνθʼ, ὅσσʼ ἐμόγησα περὶ Πριάμοιο πόληα,
  13. ἠδʼ ὅσα ληισάμην πρὶν Τρώιον οὖδας ἱκέσθαι,
  14. τῷ μοι νῦν ποτὶ τύμβον ἐελδομένῳ περ ἀγόντων [*](Zimmermann, for kata\ qumo\n e)eld. peri\ pa/ntwn of v.)
  15. ληίδος ἐκ Πριάμοιο Πολυξείνην εὔπεπλον
  16. ---
  17. ὄφρα θοῶς ῥέξωσιν, ἐπεί σφισι χώομαι ἔμπης
  18. μᾶλλον ἔτʼ ἢ τὸ πάρος Βρισηίδος· ἀμφὶ δʼ ἄρʼ οἶδμα
  19. κινήσω πόντοιο, βαλῶ δʼ ἐπὶ χείματι χεῖμα,
  20. ὄφρα καταφθινύθοντες ἀτασθαλίῃσιν ἑῇσι