Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ τότʼ ἀπʼ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς
  2. οὐρανὸν εἰσανόρουσε· χάος δʼ ὑπεδέξατο νύκτα.
  3. οἱ δὲ βίη Τροίην εὐερκέα δῃώσαντο
  4. Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο,
  5. χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται
  6. ἐξ ἐρέων καναχηδὸν ὀρινομένου ὑετοῖο,
  7. πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετʼ ὄρεσφιν
  8. αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης·
  9. ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ
  10. κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας.
  11. σὺν δʼ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας,
  12. τὰς μὲν ἔτʼ ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο,
  13. τίς δʼ ἄρʼ ὑπʼ αἰζηοῖσι νέον φιλότητι δαμείσας,
  14. ἄλλας δʼ αὖ πολιοπλοκάμους, ἑτέρας δʼ ἄρʼ ἐκείνων
  15. ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντʼ ἀπὸ μαζῶν
  16. ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας.
  17. τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς
  18. ἦγεν ἑὴν παράκοιτιν ἀπʼ ἄστεος αἰθομένοιο
  19. ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς.
  20. Κασσάνδρην δʼ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων·