Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- δὴ τότʼ Ἀχιλλῆος κρατερὸν κῆρ ἰσοθέοιο
- ἔστη ὑπὲρ κεφαλῆς οὗ νἱέος, οἷος ἔην περ
- ζωὸς ἐών, ὅτε Τρωσὶν ἄχος πέλε, χάρμα δʼ Ἀχαιοῖς.
- κύσσε δέ οἱ δειρὴν καὶ φάεα μαρμαίροντα
- ἀσπασίως· καὶ τοῖα παρηγορέων προσέειπε·
- χαῖρε, τέκος, καὶ μήτι δαΐζεο πένθεϊ θυμὸν
- εἵνεκʼ ἐμεῖο θανόντος, ἐπεὶ μακάρεσσι θεοῖσιν
- ἤδη ὁμέστιός εἰμι· σὺ δʼ ἴσχεο τειρόμενος κῆρ
- ἀμφʼ ἐμέθεν, καὶ κάρτος ἄδην ἐμὸν ἔνθεο θυμῷ.
- αἰεὶ δʼ Ἀργείων πρόμος ἵστασο μηδενὶ εἴκων
- ἠνορέῃ· ἀγορῇ δὲ παλαιοτέροισι βροτοῖσι
- πείθεο· καὶ νύ σε πάντες ἐΰφρονα μυθήσονται.
- τῖε δʼ ἀμύμονας ἄνδρας, ὅσοις νόος ἔμπεδός ἐστιν·
- ἐσθλῷ γὰρ φίλος ἐσθλὸς ἀνήρ, χαλεπῷ δ̓ἀλεγεινός.
- ἢν δʼ ἀγαθὸν φρονέῃς, ἀγαθῶν καὶ τεύξεαι ἔργων·
- κεῖνος δʼ οὔποτʼ ἀνὴρ Ἀρετῆς ἐπὶ τέρμαθʼ ἵκανεν,
- ᾧτινι μὴ νόος ἐστὶν ἐναίσιμος· οὕνεκʼ ἄρʼ αὐτῆς
- πρέμνον δύσβατόν ἐστι, μακρὸν δέ οἱ ἄχρις ἐπʼ αἴθρην
- ὄζοι ἀνηέξηνθʼ· ὁπόσοισι δὲ κάρτος ὀπηδεῖ
- καὶ πόνος, ἐκ καμάτου πολυγηθέα καρπὸν ἀμῶνται