Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἢ βρόχῳ ἀργαλέῳ ἢ καὶ ξίφεϊ στονόεντι
  2. εἶργον ἐνὶ μεγάροισι παρηγορέοντες ἔπεσσι
  3. σεῦ ἕνεκʼ ἀχνυμένην καὶ τηλυγέτοιο θυγατρός·
  4. τῆς νύ σε πρός τε γάμου πολυγηθέος ἠδὲ σεῦ αὐτοῦ
  5. λίσσομαι, ἀμφʼ ἐμέθεν στυγερῆς λελαθέσθαι ἀνίης.
  6. ὣς φαμένην προσέειπε πύκα φρονέων Μενέλαος·
  7. μηκέτι νῦν μέμνησʼ, ἀλλʼ ἰσχέμεν ἄλγεα θυμῷ·
  8. ἀλλὰ τὰ μέν που πάντα μέλας δόμος ἐντὸς ἐέργοι
  9. λήθης· οὐ γὰρ ἔοικε κακῶν μεμνῆσθαι ἔτʼ ἔργων.
  10. ὣς φάτο· τὴν δʼ ἕλε χάρμα, δέος δʼ ἐξέσσυτο θυμοῦ·
  11. ἔλπετο γὰρ παύσασθαι ἀνιηροῖο χόλοιο
  12. ὃν πόσιν· ἀμφὶ δέ μιν βάλε πήχεε· καί σφιν ἅμʼ ἄμφω
  13. δάκρυ κατὰ βλεφάροιιν ἐλείβετο ἡδὺ γοώντων.
  14. ἀσπασίως δʼ ἀρα τώ γε παρʼ ἀλλήλοισι κλιθέντε
  15. σφωιτέρου κατὰ θυμὸν ἀνεμνήσαντο γάμοιο·
  16. ὡς δʼ ὅτε που κισσός τε καὶ ἡμερὶς ἀμφιβάλωνται
  17. ἀλλήλους περὶ πρέμνα, τὰ δʼ οὔποτε ἲς ἀνέμοιο
  18. σφῶν ἄπο νόσφι βαλέσθαι ἐπισθένει· ὣς ἄρα τώ γε
  19. ἀλλήλοις συνέχοντο λιλαιόμενοι φιλότητος.
  20. ἀλλʼ ὅτε δὴ καὶ τοῖσιν ἐπήλυθεν ὕπνος ἀπήμων,