Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς ἔφαν· ἀλλʼ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.
  2. τοῖς δέ τις ἐν μέσσοισιν ἐπιστάμενος ---
  3. --- οὐ γὰρ ἔτʼ αὐτοῖς
  4. δεῖμα πέλεν πολέμοιο δυσηχέος, ἀλλʼ ἐπὶ ἔργα
  5. εὐνομίης ἐτράποντο καὶ εὐφροσύνης ἐρατεινῆς.
  6. ὃς δʼ ἤτοι πρῶτον μὲν ἐελδομένοισιν ἄειδεν,
  7. λαοὶ ὅπως συνάγερθεν ἐς Αὐλίδος ἱερὸν οὖδας,
  8. ἠδʼ ὡς Πηλείδαο μέγα σθένος ἀκαμάτοιο
  9. δώδεκα μὲν κατὰ πόντον ἰὼν διέπερσε πόληας,
  10. ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὅσσα τʼ ἔρεξε
  11. Τήλεφον ἀμφὶς ἄνακτα καὶ ὄβριμον Ἠετίωνα,
  12. ὡς δὲ Κύκνον κατέπεφνεν ὑπέρβιον, ἠδʼ ὅσʼ Ἀχαιοὶ
  13. μαρνάμενοι κατὰ μῆνιν Ἀχιλλέος ἔργα κάμοντο,
  14. Ἕκτορα δʼ ὡς εἴρυσσεν ἑῆς περὶ τείχεα πάτρης,
  15. ὥς τʼ ἕλε Πενθεσίλειαν ἀνὰ μόθον, ὥς τʼ ἐδάμασσεν
  16. υἱέα Τιθωνοῖο, καὶ ὡς κτάνε καρτερὸς Αἴας
  17. Γλαῦκον ἐϋμμελίην, ἠδʼ ὡς ἐρικυδέα φῶτα
  18. Εὐρύπυλον κατέπεφνε θοοῦ πάϊς Αἰακίδαο,
  19. ὡς δὲ Πάριν δαμάσαντο Φιλοκτήταο βέλεμνα,
  20. ἠδʼ ὁπόσοι δολόεντος ἐσήλυθον ἔνδοθεν ἵππου