Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.
  2. καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι
  3. Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας
  4. ἀμφʼ Ἑλένης λεχέεσσι δυσάμμορον· ἡ δʼ ὑπὸ φύζῃ
  5. κεύθετʼ ἐνὶ μεγάροισιν· ὁ δʼ αἵματος ἐκχυμένοιο
  6. γήθεεν ἀμφὶ φόνῳ· τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·
  7. ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντʼ ἐφέηκα
  8. σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια
  9. ζωὸν ἔτʼ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι
  10. γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σε δέξατʼ ὄλεθρος
  11. ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα
  12. ἀργαλέως· ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε
  13. θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος
  14. νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος·
  15. ἀλλʼ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα
  16. τίσας αἴσιμα πάντα· σὲ δʼ οὐκ ἄρα μέλλεν ὀνήσειν
  17. ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτʼ ἀλιτροὶ
  18. ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκʼ ἄρʼ αὐτοὺς
  19. εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ
  20. ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται