Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.
  2. ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·
  3. μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἀέξων
  4. ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι
  5. Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε
  6. πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν
  7. ἀμφʼ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,
  8. σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ
  9. ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο·
  10. τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·
  11. τοὔνεκʼ ἄρʼ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δʼ ἀνὰ ἄστυ
  12. τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.
  13. ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο
  14. εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν
  15. ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας
  16. ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,
  17. εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη,
  18. ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δʼ ἐρωήν·
  19. τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν
  20. ἡδὺν ὑφʼ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.