Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ τότε δὴ Κάλχας μεγάλʼ ἴαχε λαὸν ἐέργων·
  2. ἴσχεσθʼ Αἰνείαο κατʼ ἰφθίμοιο καρήνου
  3. βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα·
  4. τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ
  5. Θύμβριν ἐπʼ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα
  6. τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν
  7. ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι
  8. κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν
  9. ἄχρις ἐπʼ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς·
  10. καὶ δʼ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,
  11. οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπολοκάμου Ἀφροδίτης,
  12. καὶ δʼ ἄλλως τοῦδʼ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,
  13. οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλʼ ὅσα οἱ κτέατʼ ἐστίν,
  14. ἄνδρʼ ἃ σαοῖ [*](Zimmermann, for a)/llwn [lacuna] a)/llois e)n ktea/tessin a)/ndra sa/oi of Koechly.) φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,
  15. τῶν πάντων προβέβουλεν ἑὸν πατέρʼ ἠδὲ καὶ υἷα·
  16. νὺξ δὲ μίʼ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι
  17. ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.
  18. ὣς φάτο· τοὶ δʼ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον
  19. πάντες· ὁ δʼ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,
  20. ᾗχί ἑ ποιπνύοντα πόδες φέρον· οἱ δʼ ἔτι Τροίης