Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνα
  2. τυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς
  3. φορτίδος· ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο,
  4. ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ,
  5. υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,
  6. τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι
  7. χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα,
  8. τὸν δʼ ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσι
  9. γαίης· οὐλομένου τε φοβεύμενον ἔργα μόθοιο
  10. ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δʼ ὑπʼ ἀνάγκης
  11. ἐκρέματʼ ἐμπεφυὼς ἀταλὸς πάϊς· ἀμφὶ δέ δάκρυ·
  12. χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὁ νεκρῶν
  13. σώμαθʼ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δʼ ἐν ὄρφνῃ
  14. οὐκ ἐθέλων στείβεσκε· Κύπρις δʼ ὀδόν ἡγεμόνευεν
  15. υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ
  16. πρόφρων ῥυομένη· τοῦ δʼ ἐσσυμένου ὑπὸ ποσσὶ
  17. πάντῃ πῦρ ὑπόεικε· περισχίζοντο δʼ ἀϋτμαὶ
  18. Ἡφαίστου μαλεροῖο· καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν
  19. πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππόσʼ Ἀχαιοὶ
  20. κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι