Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτοῦ
  2. Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,
  3. ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδʼ ἐσάωσεν
  4. ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα·
  5. τῷ δʼ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες
  6. αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν [*](Zimmermann, for ἅπασαν of v.)
  7. καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.
  8. καὶ τότε δὴ πάϊς ἐσθλὸς ἀμύμονος Ἀγχίσαο
  9. πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο
  10. δουρὶ καὶ ἠνορέῃ, πολλῶν δʼ ἀπὸ θυμὸν ὀλέσσας,
  11. ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν
  12. αἰθόμενον πτολίεθρον, ἀπολλυμένους θʼ ἅμα λαοὺς
  13. πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκ τε μελάθρων
  14. ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτʼ ἄρʼ αὐτοῦ
  15. ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην,
  16. ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμʼ ὑπαλύξαι.
  17. ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν
  18. νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμʼ ἀλεείνων [*](Zimmermann, for ἀλεγεινὸν of MS.)
  19. πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ
  20. χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δʼ ἄρα νηὸς