Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε,
  2. Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματʼ ἔασι·
  3. καὶ γάρ μευ πατέρʼ ἐδθλὸν ἐνήρατο Πηλέος υἱὸς
  4. Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δʼ ἔνι φαίδιμον ἄνδρα,
  5. ὅς μοι ἔην μάλα πάντα, τά τʼ ἔλδετο θυμὸς ἐμεῖο·
  6. καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,
  7. ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ
  8. ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.
  9. τῷ νύ μʼ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο
  10. νοσφίσατʼ ἐσσυμένως, μηδʼ εἰς ἑὰ δώματʼ ἄγεσθε
  11. μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ
  12. εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων
  13. κηδεμονῆας ὄλεσσεν· ἄχος δέ με δέχνυται αἰνὸν
  14. ἐκ Τρώων στυγεροῖσιν ἐπʼ ἄλγεσιν οἰωθεῖσαν.
  15. ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε
  16. ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος
  17. ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.
  18. οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.
  19. ἄλλοι δʼ αὖτʼ ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον
  20. ἀνέρες· ἐν δʼ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·