Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- τέρπετʼ· Ἀθηναίη δʼ ἐπεγήθεεν· οἱ δὲ μολόντες
- ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
- λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δʼ ὀλόλυξαν
- Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
- θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.
- Λαοκόων δʼ ἔτʼ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
- ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔτι
- πείθοντʼ, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
- τῷ δʼ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη
- δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
- δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
- ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
- σμερδαλέοι ναίεσκον ἔτʼ οὐλομένοιο γενέθλης
- Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
- λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
- ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
- ἐς Τροίην· οἱ δʼ αἶψα θεῆς ὕπο κινηθέντες
- νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
- νισσομένων, καὶ κῦμα διΐστατο· τοὶ δʼ ἐφέροντο
- αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου·