Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀμφὶ δʼ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
  2. νύμφαι καὶ Σιμόεντος· ἀπʼ Οὐλύμποιο δὲ Κύπρις
  3. ἄχνυτο· τοὶ δʼ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
  4. θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
  5. δυστήνοις ἐπὶ παισί· κακὴ δʼ ἐπενίσσετο φύζα
  6. Τρῶας, ὅτʼ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
  7. οὐδέ τις αἰζηῶν οὐδʼ εἰ μένος ἄτρομος ἦεν
  8. μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
  9. θῆρας ἀλευομένους, ὀδύνη δʼ ἔχεν· ἂν δὲ γυναῖκες
  10. οἴμωζον· καί πού τις ἑῶν ἐπελήσατο τέκνων
  11. αὐτὴ ἀλευομένη στυγερὸν μόρον· ἀμφὶ δὲ Τροίη
  12. ἔστενʼ ἐπεσσυμένων· πολλοὶ δʼ ἄφαρ εἰς ἓν ἰόντες
  13. γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δʼ ἀγυιαῖς
  14. ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
  15. Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
  16. καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
  17. ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
  18. πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδʼ ὅ γʼ ἀμύνειν
  19. ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
  20. κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δʼ ἄρʼ Ἀθήνης