Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος
  2. ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντʼ ἀγορεύσειν· [*](Zimmermann, for ἀγορεύειν of v.)
  3. τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
  4. ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δʼ ἅμα πάντες
  5. σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
  6. δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
  7. ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατʼ ἔθηκεν,
  8. ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
  9. ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δʼ ἅμα πάντες
  10. εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα
  11. ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
  12. αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
  13. τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
  14. ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·
  15. ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
  16. πανσυδίῃ μογέοντες ἀνείρυον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  17. πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·
  18. αὐτοὶ δʼ ἐστέψαντο κάρη· μέγα δʼ ἤπυον αὐλοὶ
  19. ἀλλήλοις ἐπικεκλομένοι· ἐγέλασσε δʼ Ἐνυὼ
  20. δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δʼ Ἥρη