Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ
  2. νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
  3. σὺν δʼ ἔχεεν λασίῃσιν ὑπʼ ὀφρύσιν ὄμματα φωτός·
  4. γλῆναι δʼ ἀργαλέῃσι πεπαρμέναι ἀμφʼ ὀδύνῃσι
  5. ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δʼ ὀπωπαὶ
  6. τειρόμεναι ὑπένερθεν· ἄχος δʼ ἀλεγεινὸν ἵκανεν
  7. ἄχρι καὶ ἐς μήνιγγας ἰδʼ ἐγκεφάλοιο θέμεθλα·
  8. τοῦ δʼ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
  9. ὀφθαλμοί, ὁτὲ δʼ αὖτε δυσαλθέα γλαυκιόωντες·
  10. πολλάκι δʼ ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
  11. εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ·
  12. μαινομένῳ δʼ ἤικτο, καὶ ἔδρακε διπλόα πάντα
  13. αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν,
  14. οὐδʼ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε
  15. δῖα θεά· λευκαὶ δʼ ἄρʼ ὑπὸ βλέφαρʼ ἔσταν ὀπωπαὶ
  16. αἵματος ἐξ ὀλοοῖο· περιστενάχιζε δὲ λαὸς
  17. οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην
  18. ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν,
  19. καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
  20. δειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται