Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
  2. ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
  3. δαίμοσιν εἰναλίοις. ἐμὲ δʼ οὐ λάθον, ἀλλʼ ἀλεγεινὰς
  4. σπονδάς τʼ οὐλοχύτας τε μάλʼ ἐσσυμένως ὑπαλύξας
  5. ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
  6. οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο
  7. ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.
  8. ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
  9. ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
  10. τῷ δʼ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δʼ ἄρʼ ἔφαντο
  11. ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
  12. ἥνδανε Λαοκόωντος· ὁ γὰρ πεπνυμένα βάζων
  13. φῆ δόλον ἔμμεναι αἰνὸν ὑπʼ ἐννεσίῃσιν Ἀχαιῶν,
  14. πάντας δʼ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
  15. ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.
  16. καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
  17. εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ
  18. αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν
  19. θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
  20. τῷ δʼ ἄφαρ ἔμπεσε δεῖμα· τρόμος δʼ ἀμφέκλασε γυῖα