Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀγχόθι δʼ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν·
  2. καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
  3. μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
  4. μειλιχίοις εἴροντο πάρος· μετέπειτα δʼ ὁμοκλῇ
  5. σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
  6. πολλὸν ἐπὶ χρόνον αἰέν· ὁ δʼ ἔμπεδον ἠΰτε πέτρη
  7. μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος· ὀψὲ δʼ ἄρʼ αὐτοῦ
  8. οὔαθʼ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
  9. πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
  10. ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος
  11. ἔνδον ἐρητύεσκεν. ὁ δʼ ἐνθέμενος φρεσὶ κάρτος
  12. λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλʼ ἐνὶ θυμῷ
  13. ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
  14. ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος·
  15. τοῖα δʼ ἄρʼ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
  16. Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
  17. μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ·
  18. Κάλχαντος δʼ ἰότητι δαΐφρονι Τριτογενείῃ
  19. ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρʼ ἀλέωνται
  20. πάγχυ κοτεσσαμένης Τρώων ὕπερ· ἀμφὶ δὲ νόστου