Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εἰ δʼ ἑτέρως ἐθέλουσι θεοί , καὶ τοῦτο τετύχθω·
  2. βουλοίμην γὰρ ὑπʼ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
  3. ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.
  4. ὣς εἰπὼν ὤμοισι κατʼ ἄμβροτα θήκατο τεύχη
  5. πατρὸς ἑοῦ· τοὶ δʼ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
  6. ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
  7. τούς μοι νῦν καθʼ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
  8. ἔσπεθʼ , ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου·
  9. ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατʼ ἀοιδήν,
  10. πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
  11. σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
  12. τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
  13. Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
  14. οὔρεΐ τʼ οὔτε λίην χθαμαλῷ οὔθʼ ὑψόθι πολλῷ.
  15. πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
  16. υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
  17. ἠδʼ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
  18. βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
  19. σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
  20. Αἴας τʼ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,