Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
  2. σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
  3. Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
  4. Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
  5. σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
  6. Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ,
  7. σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
  8. ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
  9. ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
  10. ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
  11. ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ
  12. ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
  13. τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω
  14. κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
  15. αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
  16. πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
  17. οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
  18. ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
  19. τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
  20. σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·