Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. βησόμεθʼ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.
  2. ὣς φάτο· τοῦ δʼ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
  3. ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τʼ ἐφύπερθεν,
  4. οὕνεχʼ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
  5. αὐτὸν δʼ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
  6. ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι·
  7. καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
  8. ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ
  9. ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
  10. Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ·
  11. ὀψὲ δʼ ἄρʼ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
  12. πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά·
  13. ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
  14. ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν·
  15. τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
  16. αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δʼ ἐπὶ κῦδος,
  17. μέσφʼ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.
  18. ὣς φάτο· τὸν δʼ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
  19. ὦ γέρον, ὡς σύ γʼ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
  20. ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως·