Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Νέστωρ δʼ αὖθʼ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
  2. νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ·
  3. νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
  4. ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν·
  5. ἀλλʼ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
  6. βαίνετʼ, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει·
  7. ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
  8. οἶον ὅτʼ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
  9. Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότʼ ἔγωγε
  10. πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
  11. εἰ μὴ ἄρʼ ἀντίθεος Πελίης ἀέκοντά μʼ ἔρυκε·
  12. νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλʼ ἄρα καὶ ὥς,
  13. ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
  14. θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει.
  15. ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
  16. ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
  17. πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
  18. οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο·
  19. τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι·
  20. ἐς δὲ λόχον νέοι ἄνδρες ἔθʼ ὑσμίνης ἀκόρητοι