Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
  2. τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
  3. ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν·
  4. οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
  5. τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
  6. ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
  7. Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκʼ ἀνδρῶν
  8. μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
  9. ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα
  10. εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶν
  11. φείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
  12. γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις
  13. ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.
  14. ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
  15. ὑσμίνης δʼ ἴσχοντο, χόλον δʼ ἀπὸ νόσφι Βάλοντο
  16. ἀργαλέον, φιηότητα δʼ ὁμήθεα ποιήσαντο·
  17. καί ῥʼ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δʼ ἁλὸς εἴσω,
  18. οἱ δʼ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δʼ Ἀχαιοῖς
  19. υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
  20. ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,