Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
  2. ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
  3. ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθʼ Ἄρηος,
  4. ἐς δʼ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
  5. εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον
  6. ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
  7. ἄστυ μέγʼ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
  8. πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
  9. ἀλλʼ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
  10. ---
  11. καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
  12. θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
  13. χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
  14. θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν.
  15. ἀλλʼ ἄγʼ, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε·
  16. οἱ δʼ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
  17. μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
  18. δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
  19. αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
  20. μιμνέτω ἄγχʼ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·